Ancient Greek
P.Mich. 9 536
Documentary Papyri, P.Mich. 9 536
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Διοσκόρου κωμογραμματέως Ψενύρεως ἄνω. εἰς τὸ συνλαβέσθαι καὶ παραβοηθῆσαι τοῖς πράκτορσι τῶν ἀργυρικῶν διὰ τὸ μὴ ἐξαρκεῖν περὶ τὴν ἀπαίτησιν τῶν λημμάτων πλείστων ὄντων, αἰτούμενος ὑπὸ σοῦ ὀνόματα δίδωμι τοὺς ὑπογεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους εἰσὶ δὲ· Ἔρως Ἀγχορίμφεως ἔχων πόρον δραχμὰς χ Παῆσις Πετερμούθεως ὁμοίως δραχμὰς ω Κλαύδιος Σαραπίωνος ὁμοίως δραχμὰς ω Ἰσίδωρος Δείου ὁμοίως δραχμὰς ω Κάστωρ κωμογραμματεὺς ἐπιδέδωκα Κάστωρ κωμογραμματεὺς ἐπιδέδωκα. Κας ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσέβους Τῦβι ιζ