Ancient Greek
P.Mich. 9 539
Documentary Papyri, P.Mich. 9 539
Not analysed yet
Θρακίδᾳ γυμνασιάρχῳ βιβλιοφύλακι τῆς ἐν τῶι Ἀρσινοείτηι βιβλιοθήκης παρὰ Πεθέως τοῦ Διονυσίου τοῦ Πτολεμαίου τῶν ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος οὐσιακοῦ γεωργοῦ καὶ ἀπολυσίμου Καμηλιανῆς οὐσίας. ὑπάρχει μοι ἐν τῇ κώμῃ οἰκία καὶ αὐλὴ καὶ ἐλαιουργεῖον καὶ περιστερεὼν ἐν οἷς καταγίνομαι καὶ δούλη Θερεῦς καὶ περὶ Ψεναρψενῆσιν τῆς αὐτῆς μερίδος ἐλαιῶνος ἄρουραι τρεῖς ἥμισυ τέταρτον δυοτριακοστὸν καὶ κλήρου κατοικικοῦ ἄρουραι τρεῖς . διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. κατακεχώρισται ἔτους ιγ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παῦνι κθ σεσημείωμαι …