Ancient Greek
P.Mich. 9 540
Documentary Papyri, P.Mich. 9 540
Not analysed yet
ἀντίγραφον ὑπομνήματος Θρακίδᾳ γυμνασιάρχῳ καὶ βιβλιοφύλακι τῆς ἐν τῷ Ἀρσινοίτῃ βιβλιοθήκης παρὰ Πεθέως πρεσβυτέρου τοῦ Πεθέως τοῦ Πεθέως τῶν ἀπὸ Καρανίδος τῆς Ἡρακλείδου μερίδος γεωργοῦ οὐσίας Γερμανικιανῆς. ὑπάρχει μοι ἐν τῆι Ἡρακλείδου μερίδι περὶ μὲν τὴν Καρανίδα ἐλαιὼν ἐν ᾧ ἐλαίαι παλαιαὶ ὢν ζώφυτος ἐπὶ τὸ αὐτὸ ἄρουραι ια 𐅵καὶ ἐν τῇ κώμηι οἰκία καὶ αὐλή ἐν οἷς κατοικῶ καὶ ἥμισυ μέρος ἐλαιουργίου ἰδιωτικοῦ καὶ καταβολαίου καὶ ἐν ἄλλωι τόπωι ἐποίκια καὶ οἶκοι καὶ περιστερεῶνες καὶ περὶ Ψεναρψενῆσιν κλῆρος κατοικικὸς ἀρουρῶν πέντε καὶ ἐλαιὼν ἐν ᾧ …καὶ περὶ Κερκεσοῦχα …διὸ ἐπιδίδωμι. κατακεχώρισται ἔτους …Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς κθ σεσημείωμαι.