Ancient Greek
555_556dupl.29 to 555_556dupl.41
Documentary Papyri, P.Mich. 9 555_556dupl.29-41
Not analysed yet
Φανομγέως καὶ ἐν τοῖς Γεείνοις ἀρούρης ἥμισυ τέταρτον καὶ ἐν ταῖς Πεντήκοντα ἀρούρης τέταρτον κοινὸν καὶ ἀδιαίρετον πρὸς Ἀπίωνα Φάσιος καὶ ἀποδώσωι τὰ ἐκφόρια καὶ φόρετρα καὶ τὰ ἄλλα ἐξακολουθοῦντα καὶ λήμψομαι τὰ σπέρματα ὧν ἐπανείρημαι ἀρουρῶν καὶ τῷ πλείῳ προσγραφέντος ἐδαφ…ονι ἀποδώσω τὰ ἐκφόρια καὶ τὰ ἄλλα ἐξακολουθοῦντα κατὰ ἥμισυ μέρος καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἥρων Σατύρου μὴ εἰδότος γράμματα. Ψενοβάστις Σαταβοῦτος ὁμολογῶ διειρῆσθαι πρὸς τὸν ἀδελφόν μου Πνεφερῶν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν γεωργίαν ὧν γεωργοῦμεν περὶ Πατσῶντιν βασιλικῆς γῆς ἀρουρῶν ἐννέα ἡμίσους ὀγδόου ἑκκαιδεκάτου τετρακαιεξηκοστοῦ καὶ Ἀνθιανῆς οὐσίας ἀρουρῶν δύο ἡμίσους καὶ ἐπανείρημαι βασιλικῆς γῆς ἀρούρας ἓξ ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστὸν ἀφʼ ὧν εἰσιν ἐν τῇ τῶν Ἱππέων κοιλάδι ἄρουρα μία τέταρτον καὶ ἐν ταῖς Πεντήκοντα ἄρουραι τρεῖς καὶ ὑπὸ τὴν καινὴν διώρυγα ἄρουρα μία καὶ ἐν τῆι Τατνούει ἀρούρης ἥμισυ τέταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστὸν καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἐσοῦρις Ἐσούρεως μὴ εἰδότος γράμματα. ἀναγέγραπται διὰ τοῦ ἐν Καρανίδι γραφείου.