Ancient Greek
P.Mich. 9 557
Documentary Papyri, P.Mich. 9 557
Not analysed yet
ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ μηνὸς Καισαρείου ἐπαγομένων δ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Πνεφερῶς Σαταβοῦτος ὡς ἐτῶν τεσσαράκοντα τριῶν oὐλὴ πήχει ἀριστερῶι ὑπτίωι καὶ Πτολεμαῖος Φανομγέως ὡς ἐτῶν εἴκοσι ἓξ oὐλὴ δακτύλωι τρίτωι χειρὸς ἀριστερᾶς διειρῆσθαι πρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν γεωργίαν ὧν γεωργοῦσι περὶ μὲν Πατσῶντιν βασιλικῆς γῆς ἀρουρῶν δέκα ὀγδόου δυοτριακοστοῦ τετρακαιεξηκοστοῦ καὶ ἐκ τῆς Ἀνθιανῆς οὐσίας ἀρουρῶν δύο ἡμίσους, περὶ δὲ Καρανίδα βασιλικῆς γῆς ἀρούρης μιᾶς ἑκκαιδεκάτου ἐπὶ παντὸς δὲ τοῦ ἀρουρηδοῦ ἢ ὅσου ἐὰν ἦι· καὶ ἐξ ἧς πεποίηνται πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως λελογχέναι καὶ ἐπανειρῆσθαι τὸν μὲν Πνεφερῶν εἰς τὸ ἐπιβάλλον αὐτῶι μέρος ἀπὸ μὲν τῶν περὶ Πατσῶντιν ἀρούρας ἓξ ὄγδοον δυοτριακοστὸν τετρακαιεξηκοστὸν ἐν ἓξ σφραγῖσι ὧν εἰσιν ἐν ταῖς Πεντήκοντα σφραγῖδες τρεῖς ἀρουρῶν τριῶν καὶ ἐν τῇ τῶν Ἱππέων κοιλάδι σφραγὶς μία ἀρούρης μιᾶς ὀγδόου δυοτριακοστοῦ τετρακαιεξηκοστοῦ καὶ ὑπὸ τὴν καινὴν διώρυγα ἄρουρα μία, καὶ ἐν τῇ Τατνούει ἄρουρα μία, τὸν δὲ Πτολεμαῖον εἰς τὸ καὶ αὐτῶι ἐπιβάλλον μέρος περὶ Πατσῶντιν βασιλικῆς γῆς ἀρούρας τέσσαρας ἐν τρισὶ σφραγῖσι ὧν ἐστιν ἡ πρώτη ἐν τῶι Στρατηγικῶι ἀρουρῶν δύο τετάρτου, ἡ δὲ δευτέρα ἐν τοῖς Γεείνοις ἀρούρης μιᾶς, ἡ δὲ τρίτη ἐν τῆι Τατνούει ἀρούρης ἡμίσους τετάρτου καὶ τὰς τῆς Ἀνθιανῆς οὐσίας ἀρούρας δύο ἥμισυ καὶ τὴν περὶ Καρανίδα βασιλικῆς γῆς ἄρουραν μίαν ἑκκαιδέκατον …