Ancient Greek
P.Mich. 9 563
Documentary Papyri, P.Mich. 9 563
Not analysed yet
……Ὀννόφρι Πνεφερῶτος ὡς ἐτῶν τριάκοντα …οὐλὴ μετόπῳ ἐξ ἀριστερῶν μεμισθωκέναι αὐτῷ Ὀννόφρι εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος τρεισκαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου τὴν ὑπάρχουσαν αὐτῇ περὶ Πτολεμαίδα Νέαν κλήρου ἄρουραν μίαν ἥμισυ εἰς σπορὰν ὧν ἐὰν αἱρῆται καὶ ἀπέχειν τὴν Θερμοῦθειν παρὰ τοῦ Ὀννώφριος ἐκ προδόματος τὴν τῶν ἐκφορίων τῆς διετίας τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν τεσσαράκοντα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσειν Θερμοῦθιν ἀπὸ δημοσίων ὀφειλημάτων καὶ παντὸς εἴδους. ὑπογραφεὺς ὁ κύριος. Θερμοῦθις Πασοκνοπαίου μετὰ κυρίου Ἀρτεμᾶτος τοῦ Ἡρακλείδου μεμίσθωκα τῷ Ὀννόφρι περὶ Πτολεμαίδα Νέαν κλήρου ἄρουραν μίαν ἥμισυ καὶ ἀπέχω τὴν τιμὴν δραχμὰς ἑκατὸν τεσσαράκοντα τῶν δημοσίων ὄντων πρὸς ἐμὲ καθὼς πρόκιται. Ἀρτεμᾶς γέγραφα καὶ ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. Ὀννῶφρις Πνεφερῶτος γέγονʼ εἴς με ἡ μίσθωσις. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἥρων Σατύρου μὴ εἰδότος γράμματα. ἀναγέγραπται διὰ τοῦ ἐν Καρανίδι γραφείου.