Ancient Greek
P.Mich. 9 564
Documentary Papyri, P.Mich. 9 564
Not analysed yet
Σωκράτει Σαραπίωνος κληρούχῳ ϙ κληρουχίας παρὰ Πεθέως τοῦ Κολλούθου ἀπὸ κώμης Καρανίδος. βούλομαι μισθώσασθαι εἰς ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου σπορὰς καὶ καρποὺς δύο ἃς γεωργεῖς ἐκ τῆς αὐτῆς κληρουχίας περὶ Πατσῶντιν βασιλικῆς γῆς ἐν τόπῳ Τατνούει φοινικῶνος ἄρουραν α ἀντὶ τῶν ὑπὲρ αὐτῶν δημοσίων πάντων καὶ ἐπιτελέσω πάντα τὰ γεωργικὰ ἔργα, τὰ δὲ ἐκφόρια μετρήσω εἰς τὸ δημόσιον· βεβαιώσεις δέ μοι πάντα τὰ διαγραφόμενα εἰς τὴν δημοσίαν τράπεζαν, ἐὰν φαίνηται ἐπιχωρῆσαι ἐπὶ τοῖς προκειμένοις. Πεθεὺς ὁ προγεγραμμένος μεμίσθωμαι παρὰ σοῦ καθὼς πρόκειται. Ἡρακλῆς …ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους ιδ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Χοιὰκ γ.