Ancient Greek
P.Mich. 9 565
Documentary Papyri, P.Mich. 9 565
Not analysed yet
Χαιρήμονι Πολυδεύκους παρὰ Κάστορος Κοπρῆ. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ κώμην Κερκεσοῦχα κλήρου κατοικικοῦ ἄρουραν μίαν ἥμισυ ἐν τόπῳ Πασενκεμ λεγομένῳ εἰς ἔτη τρία σπορὰς τρῖς ἀπὸ τοῦ ἐνεστῶτος κδ ἔτους ἐκφορίου κατʼ ἔτος πυροῦ ἀρταβῶν τριῶν χωρὶς σπερμάτων, πάντων τῶν δημοσίων πρός σε τὸν γεοῦχον· ἃς καὶ ἀποδώσω ἐν μηνὶ Παῦνι ἀνυπερθέτως. καὶ ἐπιτελέσω τὰ γεωργικὰ πάντα ὅσα καθήκει τοῖς δέουσι καιροῖς. Κάστωρ Κοπρῆ μεμίσθωμαι ὡς πρόκειται. ἔτους κδ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρεταννικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ.