Ancient Greek
P.Mich. 9 567
Documentary Papyri, P.Mich. 9 567
Not analysed yet
ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Σεβαστοῦ κθ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ὧρος …Ὀννώφρεως Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λε οὐλὴ γόνατι ἀριστερῶι Διοδώρᾳ Ἥρωνος ὡς ἐτῶν κ ἀσήμῳ μετὰ κυρίου τοῦ ἀνδρὸς Χαιρήμονος τοῦ Χαιρήμονος ὡς ἐτῶν κγ οὐλὴ ἀντικνημίῳ δεξιῷ ἔχειν παρʼ αὐτῆς παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς τεσσαράκοντα ὀκτὼ χρῆσιν τόκου δραχμιαίου, ἔτι δὲ καὶ τιμὴν πυροῦ νέου καθαροῦ ἀδόλου ἀρταβῶν δύο μέτρωι ἑξαχοινίκωι ἑρμηνέως Καρανίδος. ἀποδώσει οὖν ὁ ὁμολογῶν Ὧρος τῆι Διωδώρᾳ ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους. ἐὰν δὲ μὴ ἀποδῶι καθʼ ἃ γέγραπται ἀποτισάτω τὸ μὲν ἀργύριον μεθʼ ἡμιολίας, τοῦ δὲ πυροῦ ἑκάστης ἀρτάβης προσαποτισάτω τὴν ἐπὶ τοῦ καιροῦ πλείστην ἐσομένην τιμήν, τῆς πράξεως οὔσης τῆι Διοδώρᾳ ἐκ τοῦ Ὥρου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ …