Ancient Greek
P.Mich. 9 570
Documentary Papyri, P.Mich. 9 570
Not analysed yet
ἀντίγραφον ὁμολογίας ἐνοικήσεως ἐξ εἰρομένου τόμου Καρανίδος ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ …ὁμολογεῖ Γάιος Λογγῖνος Λόγγος τῶν ἀπολελυμένων ἱππέων ἐτῶν οδ οὐλὴ γενείωι ἐξ ἀριστερῶν …σῶτος ὡς ἐτῶν να οὐλὴ παρʼ οὖς ἀριστερὸν ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου κεφαλαίου δραχμὰς …κοσίας καὶ ἀντὶ τῶν τούτων τόκων συγκεχωρηκέναι αὐτὸν ἐνοικεῖν ἐφʼ ἔτη πέντε ἀπὸ τοῦ προκειμένου ἐνάτου ἔτους ἔσχεν ὁ τοῦ ὁμολογοῦντος υἱὸς Λογγῖνος …ἐνοίκησιν παρὰ Παύσιος τοῦ Ὀρσενούφεως …πηχ ἐμβ πεντήκοντα ἐννέα …ὧν γείτονες νότου ῥύμη βασιλική, βορρᾶ …νος τόποι, λιβὸς Ὥρου οἰκία, ἀπηλιώτου …βεβαιοῖ. μετὰ τὸν χρόνον ἀποδώσει τὸ ἀργύριον …καὶ δαπάναις ἐπισκευῆς ἣ καὶ ἀνοιοδομῆς …ἐνοικήσει ὁ Λογγῖνος ἐν τῆι οἰκίᾳ …παντὸς τελέσματος ἐπὶ μῆνας …μηνὶ Χοιάχ. τὰ ἄλλα καθʼ ὁμολογίαν. ὑπογραφαί