Ancient Greek
P.Mich. Michael 1
Documentary Papyri, P.Mich. Michael 1
Not analysed yet
Γάιος Ἰούλιος Νίγερ Ὀσιραντινόειος ὁ καὶ Ἑρμαιεὺς ὡς ἐτῶν μζ ὑπὲρ υἱοῦ Γαίου Ἰουλίου Λογγείνου μηνῶν ι ἡμερῶν δέκα εἰς μῆνα Βοηδρομιῶνα Παῦνι θ τοῦ ἐνεστῶτος ιη ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. γνωστῆρες· Γάιος Δομίττιος Κλήμης Νερουιάνειος ὁ καὶ Εἰρηνιεύς, Μάρκος Ἀντώνιος Μάξιμος Νερουιάνειος ὁ καὶ Προπατόρειος, …ος Ἰούλιος Ἡρακλανιανὸς Ἁδριάνιος ὁ καὶ Ζήνειος. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Βοηδρομιῶνος Παῦνι ι ἐπὶ πρυτάνεως Σωκράτους Διδύμου. …ὁ καὶ Μαρκελλεῖνος σεσημείωμαι.