Ancient Greek
P.Mich. Michael 2
Documentary Papyri, P.Mich. Michael 2
Not analysed yet
Ἡρακλείδῃ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ τῶν τῆς μερίδος κωμογραμματέων, ὧν δὲ κωμῶν μή εἰσι, πρεσβυτέρων διεπόντων τὰς τάξεις. πρὸς τὸ ἐπισταλὲν ἡμῖν ὑπό σου ἐπίσταλμα οὗ ἐστιν ἀντίγραφον --καὶ ὑπετάγη τοῦ προκειμένου ἐπιστάλματος τὸ ἀντίγραφον μεθʼ ὃ ἐπηνέχθη οὗτως ἕως τούτου τὸ ἐπίσταλμα. πρὸς ὃ δηλοῦμεν τὸν προκείμενον μήτε πόρον μήτε τὸ ἐφέστιον ἐν νομῷ ἔχειν. ἔτους ιβ Τῦβι κϛ Ἡρακλείδῃ …παρὰ …