Ancient Greek
P.Mich. Michael 23
Documentary Papyri, P.Mich. Michael 23
Not analysed yet
Νῖλος Νεμεσίωνι τῶι ἀδελφῶι χαίρειν. ἐχάρην λίαν ἀκούσας ὅτι ἐλύθης. γίνωσκε τὴν γυναῖκα τὴν ἐν τοῖς Καλλωνίου ἐληλυθέναι εἰς Καρανίδα καὶ ἠρώτημαι ὑπὸ φίλων. διὸ γράφω σοι ἵνα διὰ χειρὸς αὐτὴν σχῇς. ἀδιάσειστον αὐτὴν ποιήσεις. μὴ οὖν ἄλλως ποιήσῃς. ἔρρωσο. ιβ ἔτους μηνὶ Σεβαστῶι ε ἀπόδος Νεμεσίωνι