Ancient Greek
P.Mich. Michael 24
Documentary Papyri, P.Mich. Michael 24
Not analysed yet
Ἀχιλλᾶς Θαισοῦτι καὶ Ἀχιλλεῖ τῶι υἱῶι χαίρειν. γινώσκειν ὑμᾶς θέλω ὅτι ὧδε παρεγένετο ἡ μεμιαμένη ἐκείνη μετὰ τοῦ πατρὸς αὐτῆς τῇ ιε τοῦ Ἐπείφ. σεσήμανκα οὖν Ἀχιλλᾶτι τῶι ὑπηρέτηι καὶ Πρειμιανῶι ὅτι ἐνθάδε εἰσίν. καὶ ἤδη ἀναφόρια δέδωκε τῶι ἡγεμόνι θέλουσα ἐπιστολὴν τελέσαι ἵνα ἄνωθεν ἀναπλεύσῃ. ἀναφόρια δʼ αὐτῆς ἕως ἄρτι οὐκ ἀναβαίνει. ἐγὼ δὲ ἀπέσταλκα πρὸς αὐτὴν φάσιν διὰ Παμμένους τοῦ ὑπηρέτου τοῦ ἡγεμονικοῦ τοῦ παρʼ ἡμων. Ἄννις ἦλθεν παρʼ ἐμὲ καὶ ἡ γυνὴ Οὐάλεντος εἰς τὴν οἰκίαν. κόμισαι ἀντίγραφον ὑπομνηματισμοῦ συνειλημένον τῆι ἐπιστολῆι …Φήλικα ἔρρωσθε Ἐπεὶφ κβ ἀπὸ Ἀχιλλᾶτος εἰς τὸ Κρητικὸν ε…τα… υἱοῦ Θεοδ… τῇ Θαισοῦτι λεγομένῃ ……Φήλικι …κ…θ…