Ancient Greek
P.Mich. Michael 26
Documentary Papyri, P.Mich. Michael 26
Not analysed yet
Διονύσιος Θέωνι τῶι τιμιωτάτῳ χαίρειν. εὖ ποιήσεις ἐπάν σοι δόξῃ ἵνα τὰ κτήνη τοῦ Φαβίου παραμείνῃ εἰς τὴν ιβ ὅπως ἄρξωσι τῆς χλοροφαγίας τῇ ιγ. τοῦτο γὰρ ἔδοξέ σοι ἵνα καὶ τὸ κατατιθέμενον λαχανόσπερμον προκοπὴν σχῇ τῶν ποτισμῶν πρὸ χλοροφαγίας. κόμισαι λαψάνης δέσμας ἕξ . διε…δ…ς …κ… νωνεκην τῆς Ἀντωνίης. ἐπὰν οὖν παραγένῃ δύνῃ ἐφειδεῖν αὐτούς. δὸς τὴν πίσσαν Καρφιλᾷ καὶ τὸ ἀγγεῖον τῶν περιστερεώνων καὶ τὸ λεπτίον. κέλευσον δοθῆναί μοι χάρτην. ἐρρῶσθαί σε εὔχομαι τιμιώτατε ……Τῦβι θ.