Ancient Greek
P.Mich. Michael 25
Documentary Papyri, P.Mich. Michael 25
Not analysed yet
Διογένης Δωρίωνι τῶι ἀδελφῶι χαίρειν. ἀναγκαῖον ἡγησάμην διὰ γραπτοῦ πρὸ πάντων ἀσπάσασθαί σε. ἔγραψάς μοι περὶ τῆς τιμῆς τοῦ ἐλαίου ὅτι νῦν ἐστιν τιμῆς πολλῆς παρά σοι καὶ οὐ δοκεῖ μοι πολλοῦ ἀγοράσαι. καὶ πρώην σοι ἔγραψα περὶ τῶν ξυλαρίων ἵνα μοι αὐτὰ πέμψῃς. ἐὰν οὖν κομισθῇ μοι, δώσω αὐτοῖς τὸ φόρετρον. πέμψεις δέ μοι μετρητὴν ἐλαίου τῆς οὔσης τιμῆς μόνον καλοῦ. ἔρρωσο. ἄσπασαι Πολυδᾶν τὸν φίλον καὶ πάντας τοὺς σούς. ἔτους η Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ. Χοιὰκ ϛ. ἀπὸ Διογένους Δωρίωνι τῶι ἀδελφῶι