Ancient Greek
P.Mich. Michael 3
Documentary Papyri, P.Mich. Michael 3
Not analysed yet
Θεοδώρῳ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Ἡρακλήου Πετεσούχου καὶ Ἰσχυρίωνος Ἡρακλείδου καὶ μετόχων σιτολόγων κωμῆς Πτολεμαίδος Νέας. ἐμετρήθησαν τῇ κγ τοῦ Ἐπεὶφ μηνὸς τοῦ ἐνεστῶτος ιθ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου μ κληρουχίας διὰ τῶν ἀπὸ Καρανίδος Χαιρήμων Ἀντιγένους πυροῦ ἀρτάβαι ια Σαταβοῦς Ὀρσενούφιος πυροῦ ἀρτάβαι ζ 𐅵γίνονται πυροῦ ἀρτάβαι ιη 𐅵. Ἰσχυρίων Ἡρακλείδου διὰ τοῦ πατρὸς Ἡρακλείδου μεμέτρημαι τὰς τοῦ πυροῦ ἀρτάβας δεκαοκτὼ ἥμισυ γίνονται πυροῦ ἀρτάβαι ιη 𐅵υφλλε ζ …