Ancient Greek
P.Mich. Zen. 10
Documentary Papyri, P.Mich. Zen. 1 10
Not analysed yet
Ἀντιμένης Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· ὑγίαινον δὲ καὶ ἐγώ. ὑπογέγραφά σοι τῆς παρὰ Σωσιπάτρου ἐλθούσης μοι ἐπιστολῆς τὸ ἀντίγραφον, ὅπως εἰδὼς ἀναφέρηις ἐν λόγωι Ἀπολλωνίωι ε… οὐθὲν αὐτοῖς συνετέθη ἐφόδιον οὐδʼ ακ…ρ…ν… ὑπὸ τοῦ χειμῶνος κατηνέγχθησαν εἰς Ἀρσινόην …ἔρρωσο. ἔτους κη, Περιτίου κη. Σωσίπατρος Ἀντιμένει χαίρειν. εἰ τῶι τε σώματι ἔρρωσαι καὶ τὰ λοιπά σοί ἐστιν κατὰ γνώμην, ἔχοι ἂν καλῶς· ἐρρώμεθα δὲ καὶ αὐτοί. παραγενόμενοι πρὸς ἡμᾶς Ἀρίστων καὶ ἡ ἀδελφὴ ἀνήγγελλον πεπολυωρῆσθαι ὑπὸ σοῦ κατὰ πάντα. καλῶς οὖν ποεῖς πρὸς ἡμᾶς οὐκ ἀλλοτρίως ἔχων· πειρασόμεθα γὰρ καὶ ἡμεῖς περὶ ὧν ἂν σὺ σπουδάζηις καὶ γράφηις πρὸς ἡμᾶς τὴν πᾶσαν ἐπιμέλειαν ποεῖσθαι. γίνωσκε δὲ ὑπὸ τῶν χειμώνων κατενεγχθέντας εἰς Πάταρα, κεῖθεν δὲ μισθωσάμενοι πλοῖον παρέπλευσαν πρὸς ἡμᾶς εἰς Ἀρσινόην. τὸ δὲ ναῦλον διωρθ…νων δραχμ λε. γέγραφα οὖν σοι ὅπως εἰδῆις. ἔρρωσο. ἔτους κη, Ἀπελλαίου κϛ. Ἀντιμένης περὶ Δωρίδος Ζήνωνι. καὶ τῆς παρὰ Ἀντιπάτρου ἐπιστολῆς ἀντίγραφον. ἔτους κη, Δύστρου ιζ, ἐν Μένδητι.