Ancient Greek
P.Mich. Zen. 12
Documentary Papyri, P.Mich. Zen. 1 12
Not analysed yet
Ἀρτεμίδωρος Ζήνωνι χαίρειν. ἐκομίσαμεν τὴν ἐπιστολὴν ἣν ἔγραψας Φαμούνι, καὶ ἐνεθέμην τρεῖς μόσχους καλοὺς καὶ ἀπέστειλα μοσχοτρόφον καὶ τὰ δέοντα τοῖς μόσχοις καθὰ ἔγραψας. περὶ δὲ τοῦ ἀργυρίου οὐκ ἐπίσταμαι διὰ τὸ μὴ ἐνδημεῖν Φαμοῦνιν. ἔρρωσο. ἔτους κη, Μεχεὶρ ιδ. Ἀρτεμίδωρος Ζήνωνι. μοσχοτρόφος περὶ τῶν μόσχων. ἔτους κη, Δύστρου …,ἐν Μέμφει.