Ancient Greek
P.Mich. Zen. 14
Documentary Papyri, P.Mich. Zen. 1 14
Not analysed yet
Νίκων Ζήνωνι χαίρειν. γεγράφαμεν Ἀρτεμιδώρωι τῶι ἐλεάτρωι τὴν τιμὴν τῶν ἀβακίων, ὧν παρεθέμεθα παρʼ αὐτῶι, ἀποδοῦναί σοι, εἰ δὲ μὴ πεπράκαμεν, αὐτὰ τὰ τὰ ἀβάκια. ἐὰν οὖν κομίσηι, ἀπόστειλον ἡμῖν, ἐὰν μή σοι ἦι χρήσιμα. ἔρρωσο. Νίκων περὶ τιμῆς ἀβακίων, Ζήνωνι. κομίσασθαι παρὰ Ἀρτεμιδώρου. ἔτους κθ, Ξανδικοῦ κη, ἐν Ἀλεξανδρείαι.