Ancient Greek
P.Mich. Zen. 13
Documentary Papyri, P.Mich. Zen. 1 13
Not analysed yet
Ἀπολλωνίδης Ζήνωνι χαίρειν. εὖ ἂν ἔχοι εἰ ἔρρωται Ἀπολλώνιός τε καὶ σὺ ἔρρωσαι· ὑγιαίνομεν δὲ καὶ ἡμεῖς. ἐκομισάμην παρʼ Ἰατροκλείους ἐρίων ὁλκὴν τάλαντα β. γράψον οὖν μοι εἰ τεσσαρακονταμναῖα γ ἢ ταλαντιεῖα γένηται δύο στρώματα, ἢ ταλαντιεῖον ποιῶμεν καὶ τὸ τάλαντον τὸ ἄλλο φυλάττωμεν ἕως ἂν ὑμεῖς παραγένησθε· καὶ τὴν ταχίστην τοῦτο ποίησον. γράψον δὲ καὶ πότε ὑποδεχώμεθα Ἀπολλώνιον, ἵνα κατὰ καιρὸν παρασκευασθῆι αὐτῶι ἡ οἴκησις. ἔρρωσο. ἔτους κη, Φαμενὼθ …. Ἀπολλωνίδης ἀντιγραφεὺς Ζήνωνι περὶ ἐρίων τῶν παρὰ Ἰατροκλέους τάλαντα β. ἔτους κθ, Ξανδικοῦ β, ἐν Μέμφει.