Ancient Greek
P.Mich. Zen. 32
Documentary Papyri, P.Mich. Zen. 1 32
Not analysed yet
Φιλώτας Ζήνωνι χαίρειν. γνώριζε ἡμᾶς παραγεγενημένους νυνὶ ἐκ Μέμφεως, τὰ μὲν τοὺς στρατιώτας σεσιταρχηκότας, τὰ δὲ καὶ τῶι φορολόγωι συντεθεικότας ὅσα ποτὲ ὑπῆρχεν, ἔτι δὲ καὶ προσδανεισαμένους ἀπὸ τῆς ἐν Μέμφει τραπέζης. ἀφʼ οὗ δὲ παραγέγονα οὐδέν πω πέπτωκεν, καλῶς οὖν ἔχει γράψαι σε Θράσωνι περὶ τούτων, ἵνα συντάξηι τοῖς παρʼ αὑτοῦ μετενέγκαι τὰ λογεύματα ἐπὶ τὴν τράπεζαν, ἵνα διαγραφῆι ἐν τάχει. ἔρρωσο. ἔτους λα, Θῶυθ δ. ἔτους λα, Θῶυθ δ. Ζήνωνι. Φιλώτας.