Ancient Greek
P.Mich. Zen. 33
Documentary Papyri, P.Mich. Zen. 1 33
Not analysed yet
Ἀλεξίμαχος Ζήνωνι χαίρειν. Νικάνωρ ὁ τὴν ἐπιστολήν σοι ἀποδιδούς ἐστιν ἡμῖν ἐν φιλίαι, ἀποδεδήμηκεν δὲ πρὸς ὑμᾶς διὰ τὸ τὸν υἱὸν αὐτοῦ εἶναι τῶν ἐπιγόνων τῶν καταμεμετρημένων ἐν τῶι Ἀρσινοείτηι. καλῶς ἂν οὖν ποιήσαις ἐπιμέλειαν ποιούμενος αὐτοῦ περὶ ὧν ἄν σοι ἐντυγχάνηι· χαριεῖ γάρ μοι. γράφε δὲ καὶ σὺ ἡμῖν περὶ ὧν ἂν βούληι. ἔρρωσο, ἔτους λα, Ἁθὺρ ια.