Ancient Greek
P.Mich. Zen. 35
Documentary Papyri, P.Mich. Zen. 1 35
Not analysed yet
Ἴσιγγος Ζήνωνι χαίρειν. περὶ τοῦ ἀργυρίου οὗ ἐνεγυησάμην Νουραῖον, ὅ ἐστιν δραχμαὶ π, οὐ θέλει μοι ἀποδιδόναι. καλῶς ἂν οὖν ποιήσαις γράψας Πανακέστορι ἢ Ἀρτεμιδώρωι ἵνα εἰσπραχθῇ καὶ ἐμοὶ ἀποδοθῇ. ἔρρωσο. ἔτους λα, Χοίαχ ιθ. ἔτους λα, Χοίαχ ιθ. Ζήνωνι. Ἴσιγγος Νουραίου δραχμαὶ π.