Ancient Greek
P.Mich. Zen. 36
Documentary Papyri, P.Mich. Zen. 1 36
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ἔγραψας ἡμῖν ὅτι Πᾶις ὁ ζυτοποιὸς ἕνδεκα ἀρταβῶν τὴν ἡμέραν φάσκοι συντετάχθαι πρὸς ἡμᾶς. ἔψευσται οὖν πρὸς σέ· δώδεκα γὰρ ἀρταβῶν ὑπέστη καὶ ἐπὶ τούτοις ἀπέσταλκα πρὸς ὑμᾶς. σύσχες οὖν αὐτὸν μέχρι ἂν ἡμεῖς παραγενώμεθα καὶ σύνταξον ἀντιγράφεσθαι τὸ ζυτοπώλιον καὶ παρακολουθεῖν πᾶσι τοῖς κατὰ τὸ ἐργαστήριον. ἔρρωσο. ἔτους λα, Δύστρου ζ, Φαμενὼθ ιδ. Ζήνωνι.