Ancient Greek
P.Mich. Zen. 38
Documentary Papyri, P.Mich. Zen. 1 38
Not analysed yet
πρὸς Σεμθέα καὶ Ἀπολλώνιον. δεῖ ὑμᾶς λαβεῖν κατὰ τὴν ἀπέγδοσιν ἣν ἐποιήσατο Ἡδύλος ὁ ἀρχιτέκτων. τοῦ ἑπτακλίνου καὶ τῆς ἐξέδρας θυρίδας κανονωτὰς κοιλοστάθμους ἔσω κλειομένας ι ἐχούσας ταινίδια ἀνὰ δραχμὰς β γίνονται δραχμαὶ κ καὶ ταύταις κοιλόσταθμα δέκα ἀνὰ δραχμὰς δ γίνονται δραχμαὶ μ καὶ παραθύρους διπροσώπους β ὕψος ἑκάστης πήχεων γ πλάτος ἀκόλουθον ἀνὰ δραχμὰς ϛ γίνονται δραχμαὶ ιβ καὶ θυρώματος κοιλοστάθμου ὕψος πήχεων ϛ πλάτος ἀκόλουθον δραχμὰς ιβ τοῦ κοιτῶνος θυρίδας δικτυωτὰς η ὕψος πήχεων …πλάτος ἀκόλουθον ἀνὰ δραχμὰς β γίνονται δραχμαὶ ιϛ καὶ ταύταις κοιλόσταθμα ἔσω κλειόμενα ἀνὰ δραχμὰς δ γίνονται δραχμαὶ λβ θύρωμα κοιλόσταθμον ὕψος πήχεων δ 𐅷πλάτος ἀκόλουθον δραχμὰς η καὶ ἐπὶ τὴν κρυπτὴν τὴν εἰς τὴν ἐξέδραν φέρουσαν ὕψος γ 𐅷πλάτος παλαιστῶν ι δραχμὰς δ θύρας μονοθύρους πήχεων γ εἰς τὴν κλίμακα δραχμὰς δ καὶ τῆς ἀποχωρήσεως ὡσαύτως δραχμὰς δ εἰς τὸ βαλανεῖον θύρας ψευδοδιθύρους ἐχούσας σταθμοὺς στερεοὺς δ ἀνὰ δραχμὰς δ γίνονται δραχμαὶ ιϛ κόλλης μνῶν ιβ δραχμὰς ιβ γίνονται δραχμαὶ ρπ εἰς τοῦτο ἔχετε διὰ τῆς Ἀρτεμιδώρου τραπέζης …Παχὼν …Παῦνι δ …ζ …ιθ δραχμὰς κ κζ διὰ Χάρμου δραχμὰς η γίνονται δραχμαὶ ρνε λοιπὸν δραχμαὶ κε καὶ παρὰ Θεοπόμπου ἐν Κροκοδίλων πόλει δραχμὰς ιβ παρὰ Σώσου δραχμὰς ι διʼ Ἐφέσου Μεσορὴ ιθ εἰς τὴν ἐργολαβίαν τῶν τεκτονικῶν ἕως λόγου δραχμὰς μ… Θῶθ λ διὰ τῆς τραπέζης δραχμὰς η επ Φαῶφι η διὰ τῆς τραπέζης …Σεμφθεῖ τῶι ἐργολαβήσαντι τὴν πρὸς τῶι βαλανείωι ἐξέδραν κατὰ τὴν ἀπέγδοσιν δραχμὰς ιη ια τῶι αὐτῶι τῶν θυρωμάτων δραχμὰς η