Ancient Greek
P.Mich. Zen. 39
Documentary Papyri, P.Mich. Zen. 1 39
Not analysed yet
Αγ… Φιλόθεος, Πέτων Ζήνωνι χαίρειν. ἀπεστάλκαμέν σοι …ἀντίγραφον τῆς ἀποσταλείσης ἡμῖν παρὰ Θέωνος ἐντεύξεως ἧς ἔδωκεν Ὀννῶφρις κατὰ Νεοπτολέμου. ἀπόδος οὖν αὐτῶι τὴν ἀντιγραφὴν καὶ ἀπόστειλον πρὸς ἡμᾶς, ἵνα διακριθῆι πρὸς αὐτὸν ἐμ… ἐὰν δὲ μὴ συναντήσηι, κατακρινοῦμεν αὐτοῦ τὰ διὰ τῆς ἐντεύξεως ἐγκαλούμενα. καὶ πρὸς ἡμᾶς γράψον. ἔρρωσο. ἔτους λβ, Δαισίου …ἔτους λβ, Ἐπεὶφ κ. κατὰ Νεοπτολέμου. Ζήνωνι.