Ancient Greek
P.Mich. Zen. 42
Documentary Papyri, P.Mich. Zen. 1 42
Not analysed yet
Κρίτων Ζήνωνι χαίρειν. ἐπειδὴ Πολέμων ὁ παρʼ ἡμῶν μετάγει τὴν τῆς μητρὸς ἀδελφὴν εἰς Φιλαδέλφειαν, ἠξίωκέν με γράψαι σοι ὅπως συναγορασθῶσιν αὐτῶι διὰ σοῦ πυρῶν ἀρτάβαι ρ, ὅπως ἔχηι εἰς διατροφὴν τῆς οἰκίας. εὐχαριστήσεις οὖν μοι συναγοράσας αὐτῶι ὡς λυσιτελέστατα. ὡς δʼ ἂν συναγοράσηις, ἐπίστειλον ἡμῖν τε καὶ τῶι Πολέμωνι, ἵνα εἰδῶμεν καὶ τὴν τιμὴν λαβόντες παρʼ αὐτοῦ πέμψωμέν σοι. ἔρρωσο. ἔτους λγ, Παχὼν ιδ. εἰς Φιλαδέλφειαν. 20 Ζήνωνι. 20Κρίτων. συναγορασμοῦ πυρῶν ἀρτάβαι ρ.