Ancient Greek
P.Mich. Zen. 43
Documentary Papyri, P.Mich. Zen. 1 43
Not analysed yet
Νικόβιος Μαιμάχωι χαίρειν. ὑπογέγραφά σοι τῆς παρὰ Διοτίμου ἐπιστολῆς τὸ ἀντίγραφον. καλῶς οὖν ποιήσεις γράψας ἡμῖν ἀπολογισμὸν περί τε τοῦ σίτου καὶ τοῦ σησάμου, πόσον εἰσμεμέτρηκας εἰς τὸ π…σο… αὐτῶι, ὅπως ἐπιστείλωμεν καθότι γράφει. ἔρρωσο. ἔτους λγ, Θῶυθ β. Διότιμος Νικοβίωι χαίρειν. ἐπειδὴ ἀφʼ οὗ ἐξεδημήσαμεν οὐθὲν τῶν κατὰ λόγον ποιοῦσιν οἱ νομάρχαι ἐν τῆι τοῦ σησάμου καὶ τοῦ σίτου μετρήσει, ὡς ἂν λάβηις τὴν ἐπιστολήν, ἐὰν μὴ παραχρῆμα ἀπομετρῶσι τὸ καθῆκον πλῆθος, μηθενὸς ἀπόσχηι, μετρηθήσεται δὲ ἐὰν αὐτὸς ἐπιστῆις ἐφʼ ἕκαστον τόπον καὶ συναναγκάζηις. ἔρρωσο. ἔτους λγ, Μεσορὴ η. Μαιμάχωι.