Ancient Greek
P.Mich. Zen. 51
Documentary Papyri, P.Mich. Zen. 1 51
Not analysed yet
Φιλῖνος Ζήνωνι χαίρειν. καλῶς ἂν ἔχοι εἰ ἔρρωσαι· ἔρρωμαι δὲ καὶ αὐτός. καλῶς ἂν ποιήσαις, εἴ σοι εὔκαιρόν ἐστιν, εἰς τὰ νέα …πυρῶν ἀρτάβας Α. τὴν δὲ τιμὴν γράψον ἡμῖν, ἵνα ἀποστείλωμέν σοι. ἔρρωσο. ἔτους λε, Τῦβι κγ. Ζήνωνι. Φιλῖνος πυρῶν ἀρταβῶν Α.