Ancient Greek
P.Mich. Zen. 52
Documentary Papyri, P.Mich. Zen. 1 52
Not analysed yet
προσάγγελμα Πύρωνι γραμματεῖ παρὰ Φανήσιος χειριστοῦ. ἐπειδὴ Ζήνωνος συντάξαντος εἶναί με ἐν τῶι θησαυρῶι Κλείταρχος δὲ καὶ Μάρων καὶ Ἄνοσις τοὺς ὑπηρέτας μου ἐγβεβλήκασιν ἐκ τοῦ θησαυροῦ, τοῖς δὲ Στοτοήτιος χειρισταῖς χρῶνται, ἀφέστηκα ἀπὸ τοῦ θησαυροῦ καὶ οἱ ὑπηρέται μου ἕως ἂν Ζήνων παραγένηται. …τασαν οὖν νῦν ὅ τι βούλονται. ἐγράφη ἔτους λε, Φαμενὼθ α….