Ancient Greek
P.Mich. Zen. 70
Documentary Papyri, P.Mich. Zen. 1 70
Not analysed yet
βασιλέως προστάξαντος, Αἰσχύλου τοῦ παρὰ Σωστράτου ἀπαγγείλαντος Ζήνωνι, ὑπὲρ οὗ ἐνέτυχεν Ἡνίοχος τῶν Ἀνθίππου ταξίαρχος. εἰ ἔγγυος γεγένηται παραμονῆς Καλλίου πρὸς Εὐκλῆ, καταστήσας τὸ σῶμα ἀφείσθω τῆς ὑπερημερίας, κατὰ τὰ αὐτὰ δὲ καὶ ὅσοι ἐγγυῶνται παραμονῆς τινα καταστήσαντες τὸ σῶμα ἀφείσθωσαν τῆς ἐγγύης καὶ μὴ ἐκκλειέσθωσαν τῆς ὑπερημερίας. ἔτους ι, Αὐδναίου.