Ancient Greek
P.Mich. Zen. 71
Documentary Papyri, P.Mich. Zen. 1 71
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἄτταλος. ἀδικοῦμαι ὑπὸ Πτολεμαίου μείους τοῦ Πτολεμαίου πράκτορος ἰδιωτικῶν. γράψαντος γὰρ Σηράμβου τοῦ παρὰ Ἀριστομάχου καθεσταμένου στρατηγοῦ πρόσταγμα Πτολεμαίωι, ἐπειδὴ Ἀπολλώνιος οὐδʼ ἔτι καὶ νῦν καθέστηκεν Ἀπολλωνίαν, ἐὰν μὴ ἔτι καὶ νῦν καταστήσηι ἐν ἡμέραις ι, εἰσπράξαντα Ἀπολλώνιον πωλοδαμαστὴν δραχμὰς μγ ἀποδοῦναί μοι, καὶ λαβὼν τὸ πρόσταγμα καὶ τοῦ Ἀπολλωνίου οὐ καθεστηκότος τὴν Ἀπολλωνίαν καὶ ἐξελθουσῶν τῶν ἡμερῶν καὶ ἄλλου πλείονος ἐπιγενομένου χρόνου ἀπαιτούμενος ὑπό μου τὰς μγ δραχμὰς οὐκ ἀποδίδωσι. δέομαι οὖν σου, εἴ σοι δοκεῖ, μὴ περιιδῇς με ἀδικηθέντα ὑπʼ αὐτοῦ, ἀλλὰ προστάξαι Ἀφθονήτωι τῶι στρατηγῶι γράψαι Σηράμβωι ἂν ἦι ἀληθῆ εἰσπράξαντα Πτολεμαῖον τριπλῆν τὴν πρᾶξιν κατὰ τὸ διάγραμμα δραχμὰς ρκθ ἀποδοῦναί μοι, καὶ ὦ διὰ σὲ τοῦ δικαίου τετευχώς. εὐτύχει.