Ancient Greek
P.Mich. Zen. 72
Documentary Papyri, P.Mich. Zen. 1 72
Not analysed yet
Αἴγυπτος Ζήνωνι χαίρειν. καλῶς ἂν ποιήσαις, εἰ εὔκαιρόν σοί ἐστιν, ἀποστείλας μοι κίκιος χόας γ καὶ ἀλάβητας δέκα καὶ θρίσσας ἐάν τινες ὑπάρχωσιν πρόσφατοι παρὰ σοί, …καὶ σινάπιος ἡμιαρτάβιον καὶ τῶν σκόρδων τῶν μεγάλων, ὅπως καὶ Ἀρτεμιδώρωι ἀποστείλωμεν· ἱκανῶς γὰρ ἐγγεγέλασαι. καὶ τῆς πίσσης τοὺς δέκα μετρητὰς καλῶς ποιήσεις κομισάμενος παρὰ Διοτίμου. ταῦτα δέ, ἐὰν ἀποστέλληις, πέμψον εἰς Πτολεμαίδα ἤδη· εἰ δὲ μή, μάτην ἀποστελεῖς ἐὰν χρονίση. μὴ οὖν ἄλλως ποιήσηις. ἀπόστειλον δέ μοι πάντως σινδόνας β καὶ προσκεφάλαια δ. ἔρρωσο. ἔτους …Πα… Αἴγυπτος. Ζήνωνι.