Ancient Greek
P.Mich. Zen. 85
Documentary Papyri, P.Mich. Zen. 1 85
Not analysed yet
Ἡρώιδης Ζηνικέτης Ζήνωνι χαίρειν. τοῦ δεῖνά τινος τῶν οἰκούντων ἐν τῶι Ἰβιῶνι ἀπῆκται ὁ υἱὸς ὑπὸ Ἄνδρωνος τοῦ παρʼ ὑμῖν φυλακίτου, ὁ δὲ ἀποδιδούς σοι τὴν ἐπιστολήν ἐστιν τοῦ κατεχομένου ἀδελφός. καλῶς οὖν ποιήσεις μάλιστα μὲν συντάξας διέσθαι τὸν νεανίσκον ἐκ τῆς φυλακῆς, εἰ δὲ μή γε, διεγγυήσας αὐτὸν …ιστος ὅπως μὴ συμβῆι αὐτὸν καταφθαρῆναι ἐν τῆι φυλακῆι. γράφε δὲ καὶ σύ, ἐάν …ς τῶν παρʼ ἡμῖν, ὡς ἡμῶν ἡδέως σοι ποιησόντων. ἔρρωσο. Ζήνωνι.