Ancient Greek
P.Mich. Zen. 86
Documentary Papyri, P.Mich. Zen. 1 86
Not analysed yet
ὑπόμνημα Ἕρμωνι παρὰ Ἰάσονος. ἀναγγεῖλαι Ζήνωνι περὶ τῶν προβάτων ὅτι ψιλά ἐστιν· περὶ τῆς ἄρκου· περὶ Ἑριεῦτος τοῦ λιθοτόμου ὅτι οὐκ ἀποδέδωκεν τὰς λ δραχμὰς περὶ Νουμηνίου τοῦ παιδός· περὶ Δημητρίου ἀμπελουργοῦ· περὶ τοῦ συμβόλου τοῦ πρὸς Ἡρόδοτον ἀποστεῖλαι· τὴν γὰρ κριθὴν μεμέτρηκεν.