Ancient Greek
P.Mich. Zen. 97
Documentary Papyri, P.Mich. Zen. 1 97
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Π…νος. καλῶς ἂν ποιήσαις καθὰ καὶ ἐν Ἀλεξανδρείαι ἠξίουν δοὺς εἰς ἀνήλωμα τοῖς ἔνδον δραχμὰς ι καὶ εἰς τὴν ἑορτὴν πυρῶν μάλιστα μὲν …ι ἀρτάβας, εἰ δὲ μή γε, τὰς ϛ καὶ οἴνου κεράμιον . φρόντισον δὲ καὶ περὶ τοῦ ἱματίου καὶ χιτῶνος ὅπως ἄν μοι κατενεχθῇ εἰς πόλιν. τὴν δὲ τιμὴν παραχρῆμα κομιῆι. εὐτύχει.