Ancient Greek
P.Mich. Zen. 98
Documentary Papyri, P.Mich. Zen. 1 98
Not analysed yet
…Ζήνωνι χαίρειν. ἔγραψάς μοι περὶ τῶν δύο βοῶν καὶ τοῦ μοσχαρίου ἀποδοῦναι …τωι. ἐμποιοῦνται δὲ οἱ γεωργοὶ φάσκοντες ἠγορακέναι παρὰ ……διὰ τίνος τὸ ἀργύριον δέδοται, ἵνα μὴ δοκῶμεν βια… …ἀπεστάλκαμεν Νεχθμῖνιν καὶ Τετοραμοῦν τῶν ποτ… ἵνα καταστῶσιν πρὸς αὐτοὺς ἐπὶ σοῦ οἱ διακριθέντες περὶ αὐτῶν τούτων. καλῶς οὖν ποιήσεις ……γράψας μοι τίνι δεῖ ἀποδοθῆναι. τὰς γὰρ βοῦς καὶ τὸ μοσχάριον κατέχομεν ἕως ἂν ἐπιστειλῃς περὶ αὐτῶν. καὶ γὰρ οἱ ἐκ τῆς κώμης προσμαρτυροῦσιν ……ἐπὶ τὸ Εἰσιεῖον, τὴν δὲ γυναῖκα πεπρακέναι ἀποδημοῦντος αὐτοῦ. ἔρρωσο. Ζήνωνι.