Ancient Greek
P.Michael 29
Documentary Papyri, P.Michael 29
Not analysed yet
κυρίοις μου ἀδελφοῖς Ἀπολλωνίῳ καὶ Ἥρωνι Βησᾶς χαίρειν. προηγουμένως τὰ μέγιστα ὑμῖν προσαγορεύω. ἐκομισάμην ὑμῶν γράμματα ὅτι προτέριτοί εἰσιν οἱ στρατιῶται, καὶ ἔκαμον ἔστ’ ἂν ποιήσω τοὺς Πακερκίτας οἶνον κοβαλεῦσαι ἐπὶ τὸν ὅρμον καὶ μὴ εὑρὼν πλοῖον προσπαρακείμενόν μοι, διεδόθησαν διὰ ἄλλων ἐπιμελητῶν. τὰ νῦν οὖν, ἀδελφοὶ κύριοι, μελησάτω ὑμῖν· εἴπερ ἀληθῶς προτέριτοί εἰσιν, ἀποστείλατε πλοῖον εἰς Ψῶνιν ὅπως γομώσω αὐτό. οἱ γὰρ χρεῶσται, εὐχὴ αὐτῶν ἐστιν οἶνον παρασχεῖν. ἤδη γὰρ καταλαμβάνω ὑμᾶς εἴσω ἡμερῶν τεσσάρων. ἐρρῶσθαι ὑμᾶς εὔχομαι ἀποδὸς Ἀπολλωνίῳ παρὰ Βησᾶ.