Ancient Greek
P.Michael 30
Documentary Papyri, P.Michael 30
Not analysed yet
…ν…ρ…ανω …ει… …αὐτοὺς π… παρὰ Αὐρηλίου Σιλβανοῦ ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης …Ἀπφοῦς ὁ ἡμέτερος ἀδελφὸς συνεγρὸν καὶ …σπουδαστὴν τὸν ἐπὶ τόπων ἐξάκτορα …ἐμοὶ συνάπτων ᾔτησε τὸν βοηθὸν τῆς ὑποθ… καὶ ἐπειδὴ ὁ νόμος κελεύει τὸν ἐξονομεν …ἐξεῖναι παραιτήσασθαι, συνορῶ δὲ ὅτι ἀντιδίκῳ μου σπουδάζει, ἀφʼ ὧν ἠθέλησεν συσχεῖν με τὴν δίκην, διὰ τοῦτο δέομαι τοῦ σοῦ μεγαλείου ἐμοῦ παραιτουμένου ἐκεῖνον συγχωρη…μοι, ἵνα, εἰ βούλοιτο ἐκ παραγγελίας καλέσαι εἰς τὸ μέγα σοῦ δικαστήριον, καὶ μὴ τὰ δίκαιά μου προδόθῃ παρὰ τῷ ἐξάκτορι, καὶ μηδὲν καινοτομήθῃ κατὰ τῆς παρʼ ἐμοὶ νομῆς· καὶ χάριτάς σοι ὁμολογήσω. διευτύχει. Αὐρήλιος Σιλβανὸς ἐπιδέδωκα. Αὐρήλιος Σεραπόδωρος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.