Ancient Greek
P.Mil. 1.2 47
Documentary Papyri, P.Mil. 2 47
Not analysed yet
Αὐρηλίῳ Παουῆτι προνοητῇ μουσικῶν παρὰ Αὐρηλίου Μέλανος ληστοπιαστοῦ ἡγουμένου συνόδου κώμης Θρασώ. βούλομαι παραλαβεῖν ἐν τῇ προκειμένῃ συνόδῳ μουσικὴν ἁπάσαν ἐπὶ ἡμέρας ἑπτὰ ἀπὸ τῆς ὀκτωκαιδεκάτης τοῦ Ἐπὶφ μηνὸς κατʼ ἀρχαίους, διδόντος μου αὐτῇ μισθάριον ἀργυρίου δραχμὰς μ, δραχμὰς τεσσαράκοντα, καὶ ὑπὲρ θαλλίου ὅλων τῶν ἡμερῶν πυροῦ ἀρτάβας τρεῖς ,ἄρτων ζεύγη εἴκοσι …ποπτης