Ancient Greek
P.Mil. 1.2 48
Documentary Papyri, P.Mil. 2 48
Not analysed yet
……α…ν… Μεχεὶρ …τοῦ ἐνεστῶτος ἔτους σκε ρϙδ τῆς παρούσης δωδεκάτης ἰνδικτίονος καὶ πάντα …και ενπιστευομεν… ἐν ταύτῃ …ν καὶ εἰς τὰ μεθόρια τῆς αὐτῆς Ὀξυρύγχου ἀνήκοντα τῇ χρείᾳ τῶν πραγματευτῶν καὶ πιστικῶν ἀποπληρῶσαι δίχα τῆς χρείας τοῦ μυροπωλίου ἀόκνως ἀκαταγνώστως ἀλειποτάκτως εἰς τὸ μηδεμίαν μέμψιν ἢ ἀμελίαν ἢ κατάγνωσίν τινα περὶ ἐμὲ γενέσθαι, καὶ δέξασθαί με παρὰ σοῦ λόγῳ μισθοῦ παντὸς τοῦ τριέτους χρόνου σὺν τῇ ἐμῇ τροφῇ καὶ τῇ ἐνδομενίᾳ καὶ ἄλλων πάντων ἀναλωμάτων χρυσοῦ νομισμάτια πεντήκοντα ζυγῷ Ἀλεξανδρείας πληρατά, γίγνεται χρυσοῦ νομισμάτια ν Ἀλεξανδρείας πληρατά, καὶ μηδὲν ἕτερον ἐπιζητεῖν πρὸς τὴν σὴν θαυμασιότητα ἀλλὰ πάντα τὰ καταπιστευόμενά μοι παρὰ σοῦ εἰς πλῆρες ἀποκαταστῆσαί σοι ταῦτα μετὰ πίστεως ἀγαθῆς ἀκαταγνώστως τοῦ μηδὲν τὸ σύνολον ἀποκρύπτειν σοι, μήτε μὴν ἀναχωρῆσαι ἀπὸ σοῦ πρὸ τέλους τοῦ αὐτοῦ χρόνου. εἰ δὲ τοῦτο ποιήσω, ὁμολογῶ διδόναι σοι λόγῳ προστίμου χρυσοῦ νομισμάτια τριάκοντα ἕξ, εἰ δὲ καί σε ἐκβάλλοντά με ἄνευ αἰτίας τινὸς καὶ καταγνώσεως ὑποκεῖσθαικαί σε τῷ ἴσῳ προστίμῳ. κύριον τὸ μισθωτικὸν δισσὸν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα …Ἐζζεκίᾳ ἀπὸ τῆς ἄνω Κυνοπολιτῶν διάγοντι τὰ νῦν …μισθοῦ ἐνιαυτῶν τριῶν ἀπὸ Μεχὶρ …α ἰνδικτίωνος ιβ χρυσοῦ νομισμάτια ν ζυγῷ Ἀλεξανδρίας πληρατά