Ancient Greek
P.Mil. 1.2 57
Documentary Papyri, P.Mil. 2 57
Not analysed yet
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς …ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἰσχυρᾶς …Ἰσχυρίωνος τοῦ …ἀπʼ ἀμφόδου Σεκνεβτυνείου …ὡς ἐτῶν εἴκοσι ἓξ οὐλὴ ποδὸς ἀριστεροῦ, Ἑρμοφίλῳ τοῦ Ἑρμοφίλου ὡς ἐτῶν …ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς …ἃς καὶ ἀποδώσειν τὸν ὁμολογοῦντα τῶι Ἑρμοφίλωι ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἕκτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας· εἰ δὲ μὴ ἀποδώσει καθʼ ἃ γέγραπται ἀποτεισάτω παραχρῆμα μεθʼ ἡμιολίας καὶ τόκων γεινομένης τῶι δὲ Ἑρμοφίλῳ τῆς πράξεως ἔκ τε τοῦ Ἰσχυρᾶτος …καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης· ἡ δὲ γραφὴ κυρία δάνειον Ἰσχυρᾶτος παρὰ Ἑρμοφίλου …ἀργυρίου …