Ancient Greek
P.Mil. 1.2 58
Documentary Papyri, P.Mil. 2 58
Not analysed yet
……δραχμὰς ἑκατὸν πεντήκοντα …εἰς μῆνας …ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς τόκου δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον καὶ ἐπάναγκον ἀποδώσειν τοὺς περὶ τὴν Ὀνήσιμον τῷ Ἰσχυρίωνι τὸ προκείμενον κεφάλαιον καὶ τοὺς τόκους ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως, γεινομένης αὐτῷ τῆς πράξεως ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. Ὀνήσιμος Ἀμερίμνου ἔχω τὰς τῆς χρήσεως κεφαλαίου δραχμὰς ἑκατὸν πεντήκοντα καὶ ἀποδώσω …τοὺς τόκους καθὼς πρόκειται. Ἰσίδωρος Ἥρωνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Σαθρὼ ἐπικ Ὀνήσιμος μάγειρος