Ancient Greek
25.4.6 to 25.5.14
Documentary Papyri, P.Mil. Vogl. 1 25.4.6-25.5.14
Not analysed yet
Δημήτριος· ἔνπορός ἐστιν, φίλος μου, ἀπὸ νομοῦ Ἡρακλεοπολίτου. Παυλεῖνος· παραστησάτω αὐτὸν. ὁ στρατηγὸς Δημητρίῳ· ἐν πόσαις ἡμέραις τὸν Δεῖον παραστήσεις; Δημήτριος· ἐν ἡμέραις δεκαπέντε. Ἀνδρόμαχος ὁ στρατηγὸς Δημητρίῳ· τὰ μὲν εἰρημένα ὑπεμνηματίσθη, ἀντὶ δὲ ὧν ᾐτήσω ἡμερῶν δεκαπέντε, δίδωμί σοι ὅλας τριάκοντα ἐν αἷς παραστήσειν τὸν Δῖον, οὗ λέγεις εἶναι ὃ ἐπιφέρεις χειρόγραφον ἐν τοσούτῳ δὲ αὐτὸ τὸ χειρόγραφον ὑπογραφὲν ὑπό σου ὅτι ἐστὶν ἰδιόγραφον τοῦ Δίου, ὃν λέγεις ἀπὸ νομοῦ Ἡρακλεοπολίτου, καὶ σφραγισθὲν ὑπό τέ σου καὶ τοῦ Παυλείνου μενεῖ παρὰ Θέωνι ὑπηρέτῃ· ὅταν γὰρ ὁ Δεῖος παρατύχῃ, ὀψόμεθα τί καὶ αὐτὸς περὶ τούτου λέγει. καὶ ἐπέτρεψεν τῷ Θέωνι τὸ ἀκόλουθον ποιῆσαι. Ἐξῆλθεν ὁ Θέων ἀντίγραφον ὑπομνηματισμοῦ Ἰουλίου Ἀσκληπιάδου ἔτους ια Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …γρα Παῦνι ζ. ἐπὶ βήματος ε…ν…α… συνεδρεύοντος Φλαυείου …ε…ο…ωνος καὶ …λεν Ἡρακλείδου Πρείσκου Β…ενονος καὶ …καὶ Κεφαλίωνος καὶ Ἰσιδώρου νεωτέρου καὶ Ἁρποκρατίωνος γραμματέως τοῦ καταλογείου. Θαυβαρίου Αἰγυπτίας πρὸς Πάτρωνα καὶ Παυλεῖνον ἀρχομένης λέγειν, δηλωθέντος τε καὶ ὑπὲρ ἀδελφῶν ἀφηλίκων κατίστασθαι τὸν Πάτρωνα. ὁ ἱερεὺς καὶ ἀρχιδικαστής· καὶ αὐτὸς ἐκ τῆς ὄψεως καταδεής ἐστιν ὡς μὴ δύνασθαι μόνος τὴν δίκην πιστευθῆναι Θαυβαρίου προενεγκαμένης πρὸς τὸν Παυλεῖνον ἐπὶ τοῦ παρόντος λέγειν Ἡλιοδώρου τε ῥήτορος εἰπόντος τοῦ πατρὸς αὐτῆς τελευτήσαντος καὶ τῶν ἀπολελειμμένων ὑπ…νων …αυτη… Ἀρσινοίτου νομοῦ τὸν Παυλεῖνον ξένον ὄντα καὶ …αι…ς πλεῖστα, σφραγῖδα τε τοῖς αὐτοῖς ἐπιθέντα ὀφείλειν λόγον ὑποσχεῖν. Ἀρτεμισίου ῥήτορος ἀποκριναμένου συγγενῆ ὄντα τὸν Παυλεῖνον τῆς τε ἀντιδίκου καὶ τοῦ Πάτρωνος καὶ παρακληθέντα ὑπὸ ἀμφοτέρων μεσίτην, ἐπισφραγεῖσαι συμ- πείθεσθαι, ποιῆσαι τε ὥστε ἑκάτερον αὐτῶν ἰδίαν ἐπιθέσθαι σφραγῖδαν καὶ εἰληφέναι ἐν παρακαταθήκῃ κλεῖν, μηδὲν νοσφισάμενον. ὁ ἱερεὺς καὶ ἀχιδικαστής· ἐπεὶ καὶ ὁ Πάτρων καταδεὴς φαίνεται καὶ ἀδελφοὺς ἀφήλικας λέγεται ἔχειν, ὁ τοῦ νομοῦ στρατηγὸς καταστήσας αὐτῶν ὃ ἐὰν δοκιμάσῃ ἐπίτροπον δυνάμενον αὐτῷ Πάτρωνι συστῆναι, διαγνώσεται περὶ τοῦ πράγματος. Θαυβαρίου ἀξιωσάσης ὁρισθῆναι προθεσμίαν καὶ χειρογραφῆσαι τὸν Παυλεῖνον ἐν ταύτῃ ἐσόμενον εἰς τὸν νομὸν καταστῆναι ἐπὶ τοῦ στρατηγοῦ, μὴ τὰ ἐπισφραγισθέντα τῷ χρόνῳ διαφθαρῇ. Ἰούλιος Ὀηστεινειανὸς Ἀσκληπειάδης, ὁ καὶ Λεονίδης, γενόμενος ἔπαρχος σπείρας τρίτης Βρακῶν καὶ πρώτης Θρᾳκῶν ὁ ἱερεὺς καὶ ἀρχιδικαστής· ἀμφότεροι χειρογραφῆσαι ἐν ἡμέραις τριάκοντα ἀναπλεύσαντας ἐντυχεῖν τῷ στρατηγῷ.