Ancient Greek
25.5.15 to 25.5.26
Documentary Papyri, P.Mil. Vogl. 1 25.5.15-26
Not analysed yet
Ἐξῆλθεν ὁ Ἰσίδωρος νεώτερος ὑπηρέτης. ἀντίγραφον χειρογραφίας Παυλείνου. Παυλεῖνος Πάτρωνος τοῖς παρὰ Ἰουλείου Ὀηστεινειανοῦ Ἀσκληπειάδου, τοῦ καὶ Λεωνίδους, ἱερέως καὶ ἀρχιδικαστοῦ· ὀμνύω Αὐτοκράτορα Καίσαρα Τραιανὸν Ἁδριανὸν Σεβαστὸν ἔσεσθαι ἐν ἡμέραις τριάκοντα ἤ τινα ἄντʼ ἐμοῦ ἔκδικον πέμψαι προσκαρτερήσαντα παρὰ τῷ στρατηγῷ, ἀκολούθως τοῖς τοῦ ἀρχιδικαστοῦ ὑπομνηματισμοῖς, ἢ ἐνοχος εἴην τῷ ὅρκῳ. ἔτους ια Αὐτοκράτορος Καίσρος Τραιανοῦ Ἁδριανοῦ σεβαστοῦ Παῦνι …Πα… Θαυβαρίου, ὁμολογοῦντος τοῦ ἀνδρὸς Σωκράτους …