Ancient Greek
P.Mil. Vogl. 2 53
Documentary Papyri, P.Mil. Vogl. 2 53
Not analysed yet
Πτολλαρίωνι Παυλείνου γεγυμνασιαρχηκότι καὶ τῷ τούτου ἀδελφιδῇ Γεμείνῳ Πάτρωνος γεγυμνασιαρχηκότι παρὰ Ὀλβανοῦ Φιλαδέλφου τοῦ Ἡρακλείδου ἀπὸ ἀμφόδου Θαραπίας. βούλομαι μισθώσασθαι παρʼ ὑμῶν πρὸς μόνον τὸ ἐνεστὸς ἑκκαιδέκατον ἔτος Ἀντωνείνου Καίσαρος τοῦ κυρίου τὸ ὑπάρχον ὑμῶν ἐν κώμῃ Τεπτύνει μυλαῖον, ἐν ᾧ μηχαναὶ δύο ἀλετικαί εἰσὶ καὶ κοπτούραν, φόρου τοῦ παντὸς ἀργυρίου δραχμῶν διακοσίων ὧν καὶ τὴν ἀπόδοσιν ποιήσομαι διὰ ἑξαμήνου τὸ αἱροῦν ἐξ ἴσου, πρὸς ἐμὲ τὸν Ὀλβανὸν ὄντος τοῦ καλουμένου τελέσματος τῶν κτηνῶν διπλώματος, ὄντος δὲ τοῦ πελωχικοῦ πρὸς ὑμᾶς, ὁμοίως δὲ καὶ τῆς προσδεηθείσης ἐπισκευῆς τοῦ μυλαίου· ἐὰν φαίνηται μισθῶσαι.