Ancient Greek
P.Mil. Vogl. 2 54
Documentary Papyri, P.Mil. Vogl. 2 54
Not analysed yet
Πτολλαρίων γεγυμνασιαρχηκὼς καὶ Πάτρων ἀποδεδειγμένος γυμνασίαρχος ἀμφότεροι Παυλείνου γεγυμνασιαρχηκότος Κρονίωνι νεωτέρωι Πακήβκιος χαίρειν. ἀπέχομεν παρὰ σοῦ τὰ ἐκφόρια καὶ τοὺς φόρους οὗ γεωργεῖς ἡμῶν κατὰ τὰ ἐπιβάλλοντα ἡμίσεα μέρη περὶ κώμην Θεογονίδα κλήρου Πυρροῦ λεγομένου τοῦ τε πέμπτου καὶ ἕκτου ἔτι δὲ καὶ ἑβδόμου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, κυρίας οὔσης τῆς μισθώσεως. ἔτους ἑβδόμου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Φαρμοῦθι ιη.