Ancient Greek
P.Mil. Vogl. 2 59
Documentary Papyri, P.Mil. Vogl. 2 59
Not analysed yet
Πτολλαρίων Κρονίωνι χαίρειν. τῶι ἀποδιδόντιι σοι τὸ ἐπιστολίδιόν μου μέτρησον, ἐξ ὧν ἐγὼ χρῶμαι σιτικῶν ἀρταβῶν, μέτρωι δρόμωι πυροῦ ἀρτάβας ἕξ · ἀλλὰ Νεμεσίωνα τὸν ἀδελφὸν παραλαβὼν καὶ αὐτὸς πᾶσιν σφραγισάτω· ἀλλὰ ποίησον αὐτὰ προπεμφθῆναι διὰ τοὺς ἀπὸ τῆς κώμης· ἐπεὶ ἀναγκαῖος φίλος μοι περὶ τούτου ἐπέθετο, καταλείπειν οὐκ ἠδυνήθην. ἐρρῶσθαί σε εὔχομαι. Κρονίωνι φροντιστῇ Πτολλαρίωνος