Ancient Greek
P.Mil. Vogl. 2 60
Documentary Papyri, P.Mil. Vogl. 2 60
Not analysed yet
Πτολλαρίων Κρονίωνι χαίρειν. τέσσαρα κτήνη, ἐὰν μὴ δροσίσῃ, τοῖς γεωργοῖς τοῦ Σύρου παράσχου, καὶ τὰ λοιπὰ ἀχυρηγείτω. εἰ οἱ θησαυροφύλακες τὴν κλεῖδα οὐκ ἀποδεδώκασι, ἔασον ἕως ἄν κατέλθω· καὶ ἐγὼ γὰρ εἰς τρίτην κατέρχομαι. πέντε ἀρτάβας ἄρτων ποίησον φέρεσθαι εἰς τὰ μαλλο …διὰ τοῦ παιδίου, ἐπεὶ θέλω τῇ ι πάντως αὐτὰ ἐκκεῖραι· γενέσθω δὲ καὶ ἀρτάβη ζύτου ἵνα τῇ ια ἀνενεχθῇ. ἔρρωσο. Κρονίωνι φροντιστῆι